Δευτέρα, 10 Δεκεμβρίου 2012

ΚΑΤΑΒΑΣΙΕΣ ΧΡΙΣΤΟΥΓΓΕΝΩΝ

 genisis





Χριστὸς γεννᾶται˙ δοξάσατε˙ Χριστὸς ἐξ οὐρανῶν˙ ἀπαντήσατε˙ Χριστὸς ἐπὶ γῆς˙ ὑψώθητε. Ἄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν ἐυφροσύνῃ ἀνυμνήσατε, λαοί, ὅτι δεδόξασται.
 
Ὠδὴ γ’
Τῷ πρὸ τῶν αἰώνων ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου σαρκωθέντι ἀσπόρως Χριστῷ τῷ Θεῷ βοήσωμεν˙Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν ἅγιος εἶ, Κύριε.
 
Ὠδὴ δ’
Ράβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ καὶ ἄνθος ἐξ αὐτῆς, Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετὸς κατασκίου δασέος˙ ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου ὁ ἄυλος καὶ Θεός Δόξα τῇ δυνάμει σου, Κύριε.
 
Ὠδὴ ε’
Θεὸς ὤν εἰρήνης, Πατήρ οἰκτιρμῶν, Τῆς μεγάλης βουλῆς σου τὸν ἄγγελον, Εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν˙ὅθεν θεογνωσίας πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν σε, φιλάνθρωπε.
 
Ὠδὴ ϛ
Σπλάγχνων Ἰωνᾶν ἔμβρυον ἀπήμεσεν ἐνάλιος θήρ, οἷον ἐδέξατο τῇ Παρθένῳ δὲ ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον˙ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον.
 
Ὠδὴ ζ’
Οἱ παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ’ ἐν μέσῳ τῆς φλογὸς ἑστῶτες ἔψαλλον Ὁ τῶν πατέρων Θεός, εὐλογητὸς εἶ.
 
Ὠδὴ η’
Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος ἐξεικόνισε κάμινος τύπον˙οὐ γὰρ οὕς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος Παρθένου ἥν ὑπέδυ νηδύν˙διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν˙Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.
 
Ὠδὴ θ’
Μυστήριον ξένον ὁρῶ καὶ παράδοξον˙οὐρανὸν τὸ σπήλαιον˙ θρόνον χερουβικόν, τὴν Παρθένον˙τὴν φάτνην χωρίον,ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος Χριστὸς ὁ Θεός˙ὅν ἀνυμνοῦντες μεγαλύνομεν.
 
 
Ἀντιγραφή  ἀπό τήν >

                                  ΕΝΟΡΙΑ ΙΕΡΟΥ ΝΑΟΥ ΑΓΙΟΥ ΓΕΡΑΣΙΜΟΥ ΙΛΙΣΙΩΝ 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου