Σάββατο, 27 Σεπτεμβρίου 2014

Ποίημα Θεοκτίστου Μοναχοῦ του Στουδίτου



ΙΗΣΟΥ  ΓΛΥΚΥΤΑΤΕ

ΚΑΝΩΝ ΙΚΕΤΗΡΙΟΣ ΕΙΣ ΤΟΝ ΚΥΡΙΟΝ ΗΜΩΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ
ΚΑΝΩΝ ΙΚΕΤΗΡΙΟΣ
ΕΙΣ ΤΟΝ ΚΥΡΙΟΝ ΗΜΩΝ
ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ
(Ποίημα Θεοκτίστου Μοναχοῦ του Στουδίτου)

Ὠδή ἅ΄. Ἦχος β΄. Ἐν βυθῶ κατέστρωσε πότε

Ἰησοῦ γλυκύτατε Χριστέ, Ἰησοῦ μακρόθυμε, τά τῆς ψυχῆς μου θεράπευσον τραύματα, Ἰησοῦ καί γλύκανον, τήν καρδίαν μου Πολυέλεε δέομαι, Ἰησοῦ Σωτήρ μου , ἴνα μεγαλύνω σέ σωζόμενος.

Ἰησοῦ γλυκύτατε Χριστέ, Ἰησοῦ διανοιξον, τῆς μετανοίας μοί πύλας Φιλάνθρωπε, Ἰησοῦ καί δέξαι μέ, σοί προσπίπτοντα καί θερμῶς ἑξαιτούμενον, Ἰησοῦ Σωτήρ μου, τῶν πλημμελημάτων τήν συγχώρησιν.

Ἰησοῦ γλυκύτατε Χριστέ, Ἰησοῦ ἑξάρπασον , ἐκ τῆς χειρός τοῦ δολίου Βελίαρ μέ, Ἰησοῦ καί ποίησον , δεξιόν παραστάτην τῆς δόξης σου , Ἰησοῦ Σωτήρ μου , μοίρας εὐωνύμου λυτρωσάμενος.

Θεοτόκιον
Ἰησοῦν γεννήσασα Θεόν, Δέσποινα δυσώπησον , ὑπέρ ἀχρείων οἰκετῶν Πανάχραντε, ὅπως τῆς κολάσεως ταῖς πρεσβείαις σου λυτρωθῶμεν ἀμόλυντε, οἱ μεμολυσμένοι , δόξης ἀϊδίου ἀπολαύσαντες.

Ὠδή γ΄. Ἐν πέτρα μέ τῆς πίστεως…
Εἰσάκουσον φιλάνθρωπε Ἰησοῦ μου, τοῦ δούλου σου βοῶντος ἐν κατανύξει? καί ρύσαι Ἰησοῦ μέ τῆς καταδίκης, καί τῆς κολάσεως, μόνε μακρόθυμε, Ἰησοῦ γλυκύτατε πολυέλεε.

Ὑποδεξαι τόν δοῦλον σου , Ἰησοῦ μου, προσπίπτοντα σύν δάκρυσοιν , Ἰησοῦ μου? καί σῶσον Ἰησοῦ μου μετανοοῦντα, καί τῆς γεένης μέ , Δέσποτα λύτρωσαι, Ἰησοῦ γλυκύτατε πολυέλεε.

Τόν χρόνον Ἰησοῦ μου, ὄν δέδωκας μοί, εἰς πάθη ἐδαπάνησα Ἰησοῦ μου? διό μέ Ἰησοῦ μου μή ἀπορρίψης ἀλλ’ ἀνακάλεσαι δέομαι Δέσποτα, Ἰησοῦ γλυκύτατε καί διασωσον.

Θεοτόκιον
Παρθένε ἡ τεκοῦσα τόν Ἰησοῦν μου, ἱκέτευε ρυσθῆναι μέ τῆς γεέννης , ἡ μόνη προστασία τῶν θλιβομένων, Θεοχαρίτωτε, καί καταξίωσον, τῆς ζωῆς Πανάμωμέ της ἀγείρω μέ.

Κάθισμα. Ἦχος ἅ΄. Τόν τάφον σου Σωτήρ…
Σωτήρ μου Ἰησοῦ , ὁ τόν Ἄσωτον σώσας, Σωτήρ μου Ἰησοῦ, ὁ δεξάμενος Πόρνην, καμέ νῦν ἐλέησον , Ἰησοῦ πολυέλεε? σῶσον , οἴκτηρον , ὤ Ἰησοῦ εὐεργέτα, ὥσπερ ὤκτειρας, τόν Μανασήν Ἰησοῦ μου, ὡς μόνος φιλάνθρωπος.

Ὠδή δ΄. Ἐλήληθας, ἐκ Παρθένου…
Θεράπευσον , Ἰησοῦ μου ψυχῆς μου τά τραύματα, Ἰησοῦ μου δέομαι, καί τῆς χειρός μέ ἑξάρπασον , Ἰησοῦ μου εὔσπλαχνε, τοῦ ψυχοφθόρου Βελίαρ, καί διασωσον.

Ἠμάρτηκα, Ἰησοῦ μου γλυκύτατε εὔσπλαχνε, Ἰησοῦ μου σῶσον μέ, τόν προσφυγόντα τή σκέπη σου, Ἰησοῦ μακρόθυμε, καί βασιλείας τῆς σῆς μέ καταξίωσον.

Οὔχ ἤμαρτεν, Ἰησοῦ μου οὐδείς ὥσπερ ἥμαρτον , ἐγώ ὁ ταλαίπωρος? νῦν δέ προσπίπτω δεόμενος? Ἰησοῦ μου σῶσον μέ, καί τήν ζωήν Ἰησοῦν μου κληροδότησον.

Θεοτόκιον
Πανύμνητε, Ἰησοῦν ἡ γεννήσασα Κύριον αὐτόν καθικεύτευε, τοῦ λυτρωθῆναι κολάσεως, πάντας τούς ὑμνοῦντας σέ, καί Θεοτόκον κυρίως ὀνομάζοντας.

Ὠδή ἐ΄. Ὁ φωτισμός…

Σύ φωτισμός, Ἰησοῦ μου νοός μου, σύ σωτηρία τῆς ἀπεγνωσμένης ψυχῆς μου Σῶτερ, σύ Ἰησοῦ μου , τῆς κολάσεως ρύσαι, καί γεένης , ἐμέ κραυγάζοντα? Σῶσον Ἰησοῦ μου, Χριστέ μέ, τόν ἄθλιον.

Ὁλοσχερῶς Ἰησοῦ μου, πρός πάθη τῆς ἀτιμίας , καταβεβλημένος, ἤδη κραυγάζω? Σύ Ἰησοῦ μου, βοηθείας μοί χείρας, καταπέμψας ἔκσπασον κράζοντα? Σῶσον Ἰησοῦ μου, Χριστέ μέ, τόν ἄθλιον.

Βέβηλον νοῦν , Ἰησοῦ περιφέρων ἀναβοῶ σοί? κάθαρόν του ρύπου μέ τῶν πταισμάτων , καί λύτρωσαι μέ τόν εἰς βάθη κακίας ἐξ ἀγνοίας κατολισθήσαντα, Σῶτερ Ἰησοῦ μου, καί σῶσον μέ δέομαι.

Θεοτόκιον
Τόν Ἰησοῦν, ἡ γεννήσασα Κόρη Θεογεννῆτορ, τοῦτον ἐκδυσώπει σωθῆναι πάντας τούς ὀρθοδόξους, μοναστᾶς καί μιγάδας, καί γεέννης ρυσθῆναι, κράζοντας? Πλήν σου προστασίαν βεβαίαν οὐκ ἔγνωμεν.

Ὠδῆς ς΄. Ἐν ἀβύσσω πταισμάτων…
Ἰησοῦ μου Χριστέ πολυέλεε, ἐξομολογούμενον δέξαι μέ Δέσποτα, ὤ Ἰησοῦ καί σῶσον μέ, καί φθορᾶς Ἰησοῦ μέ ἑξάρπασον.

Ἰησοῦ μου οὐ γέγονεν ἕτερος ἄσωτος, οὐδείς ὡς ἐγώ ὁ ταλαίπωρος, ὤ Ἰησοῦ φιλάνθρωπε? ἀλλά σύ Ἰησοῦ μέ διασωσον.

Ἰησοῦ μου καί Πόρνη καί Ἄσωτον , καί τόν Μανασσήν καί Τελώνην νενίκηκα, ὤ Ἰησοῦ μου πάθεσι, καί Ληστήν, Ἰησοῦ , Νινευΐτας τέ.

Θεοτόκιον
Ἰησοῦν τόν Χριστόν μου κυήσασα, ἄχραντε Παρθένε, ἡ μόνη ἀμόλυντος, μεμολυσμένον ὄντα μέ, πρεσβειῶν σου ὑσσώπω νῦν κάθαρον.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον…

Ἰησοῦ γλυκύτατε, τό φῶς τοῦ κόσμου, τῆς ψυχῆς μου φώτισον , τούς ὀφθαλμούς , Υἱέ Θεοῦ , τή θεαυγεῖ σου λαμπρότητι, ἴνα ὑμνῶ σέ, τό φῶς τό ἀνέσπερον.

Ὠδή ζ΄.Εἰκόνος χρυσῆς…
Χριστέ Ἰησοῦ , οὐδείς ἤμαρτεν ἐν γῆ ἐκ τοῦ αἰῶνος , ὤ Ἰησοῦ μου, ὥσπερ ἤματρον , ἐγώ ὁ τάλας καί ἄσωτος? ὅθεν Ἰησοῦ μου, βοῶ σοί? Μελωδούντα μέ οἴκτηρον, Εὐλογητός εἰ ὁ Θεός , ὁ τῶν Πατέρων ἠμῶν.

Χριστέ Ἰησοῦ, ἐν τῷ φόβω σου βοῶ? καθήλωσον μέ, ὤ Ἰησοῦ μου καί κυβέρνησον, νῦν πρός λιμένα τόν εὔδιον? ὅπως Ἰησοῦ μου οἰκτῆρμον, μελωδῶ σοί σωζόμενος? Εὐλογητός εἰ ὁ Θεός, ὁ τῶν Πατέρων ἠμῶν.

Χριστέ Ἰησοῦ, μυριάκις ὑπεσχέθην σοί ὁ τάλας, ὤ Ἰησοῦ μου, τήν μετάνοιαν, ἀλλ’ ἐψευσάμην ὁ ἄθλιος? ὅθεν Ἰησοῦ μου, βοῶ σοί? Τήν ἀναίσθητον μένουσαν ψυχήν μου φώτισον Χριστέ? ὁ τῶν Πατέρων Θεός.

Θεοτόκιον
Χριστόν Ἰησοῦν, ἡ γεννήσασα φρικτῶς καί ὑπέρ φύσιν, αὐτόν δυσώπει Παναμώμητε, τά παρά φύσιν πταίσματα, πάντα συγχωρῆσαι μοί, Κόρη , ἴνα κράζω σωζόμενος? Εὐλογημένη ἡ Θεόν σαρκί κυήσασα.


Ὠδή ἡ΄. Τόν ἐν καμίνω τοῦ πυρός…
Σέ Ἰησοῦ μου δυσωπῶ? Ὡς τήν Πόρνην Ἰησοῦ μου ἐλυτρώσω, τῶν πολλῶν ἐγκλημάτων , οὕτω καμέ Ἰησοῦ, Χριστέ μου λύτρωσαι καί κάθαρον, τήν ρερυπωμένην , ψυχή μου Ἰησοῦ μου.

Καθυποκύψας Ἰησοῦ, ταῖς ἀλόγοις ἠδοναῖς, ἄλογος ὤφθην, καί τοῖς κτήνεσιν ὄντως ὤ Ἰησοῦ μου οἰκτρῶς, ὁ τάλας Σῶστερ ἀφωμοίωμαι? ὅθεν Ἰησοῦ μέ, τῆς ἀλογίας ρύσαι.

Περιπεσῶν ὤ Ἰησοῦ, ψυχοφθόροις ἐν λησταῖς ἀπεγυμνώθην, τήν στολήν Ἰησοῦ μου, τήν θεοΰφαντον, νῦν, καί κεῖμαι μώλωψι κατάστικτος? ἔλαιον Χριστέ μου ἐπίχεε καί οἶνον.

Θεοτόκιον
Τόν Ἰησοῦν μου καί Θεόν , ἡ βαστάσασα Χριτόν ἀνερμηνεύτως , Θεοτόκε Μαρία, τοῦτον δυσώπει ἀεί, κινδύνων σώζεσθαι τούς δούλους σου, καί τούς ὑμνητᾶς σου ἀπείρανδρε Παρθένε.


Ὠδή θ΄. Τόν ἐκ Θεοῦ Θεόν Λόγον…
Τόν Μανασσήν Ἰησοῦ μου, τόν Τελώνην, τήν Πόρνην, τόν Ἄσωτον , οἰκτίρμον Ἰησοῦ, καί τόν Ληστήν ὑπερβέβηκα, Ἰησοῦ μου ἐν ἔργοις, αἰσχίστοις καί ἀτόποις Ἰησοῦ? ἀλλά σύ Ἰησοῦ μου, προφθάσας μέ διασωσον.

Τούς ἐξ Ἀδάμ Ἰησοῦ μου, ἁμαρτήσαντας πάντας πρό νόμου καί ἐν νόμω Ἰησοῦ , καί μετά νόμον ὁ ἄθλιος, Ἰησοῦ μου, καί χάριν, νενίκηκα τοῖς πάθεσιν οἰκτρῶς? ἀλλά σύ Ἰησοῦ μου, τοῖς κρίμασί σου σῶσον μέ.

Μή χωρισθῶ Ἰησοῦ μου, τῆς ἀφράστου σου δόξης, μή τύχω τῆς μερίδος Ἰησοῦ, τῆς εὐωνύμου γλυκύτατε, Ἰησοῦ , ἀλλά σύ μέ, τοῖς δεξιοῖς προβάτοις σου Χριστέ, Ἰησοῦ μου συντάξας ἀναπαυσον ὡς εὔσπλαχνος.

Θεοτόκιον
Τόν Ἰησοῦν Θεοτόκε, ὄν ἐβάστασας μόνη , ἀπείρανδρε Παρθένε Μαριάμ, τοῦτον ἁγνή ἐξιλέωσαι, ὡς Υἱόν σου καί Κτίστην, ρυσθῆναι τούς προστρέχοντας εἷς σέ, πειρασμόν καί κινδύνων, καί τοῦ πυρός του μέλλοντος.

Στιχηρά Προσόμοια
Ἦχος πλ.β΄. Ὅλην ἀποθέμενοι…

Ἰησοῦ γλυκύτατε, ψυχῆς ἐμῆς θυμηδία, Ἰησοῦ ἡ κάθαρσις, τοῦ νοός μου, Δέσποτα πολυέλεε, Ἰησοῦ σῶσον μέ, Ἰησοῦ , Σωτήρ μου, Ἰησοῦ μέ ἐλέησον , καί λύτρωσαι κολάσεως, πάσης Ἰησοῦ, καί ἀξίωσον, τῆς τῶν σωζομένων μερίδος, Ἰησοῦ μου τῷ χορῶ, τῶν ἐκλεκτῶν σου μέ συντάξον, Ἰησοῦ φιλάνθρωπε.

Ἰησοῦ γλυκύτατε, τῶν Ἀποστόλων ἡ δόξα, Ἰησοῦ μου καύχημα, τῶν Μαρτύρων , Δέσποτα, παντοδύναμε? Ἰησοῦ σῶσον μέ, Ἰησοῦ Σωτήρ μου, Ἰησοῦ μου ὡραιότατε, τόν σοί προστρέχοντα, Σῶτερ Ἰησοῦ μέ ἐλέησον, πρεσβείαις τῆς τεκούσης σέ, πάντων Ἰησοῦ τῶν Ἁγίων σου, Προφητῶν τέ πάντων, Σῶτερ μου Ἰησοῦ καί τῆς τρυφῆς , τοῦ Παραδείσου ἀξίωσον, Ἰησοῦ φιλάνθρωπε.

Δόξα Πατρί…
Ἰησοῦ γλυκύτατε, τῶν μοναζόντων τό κλέος, Ἰησοῦ μακρόθυμε, ἀσκητῶν ἐντρύφημα καί καλώπισμα? Ἰησοῦ σῶσον μέ, Ἰησοῦ Σωτήρ μου, Ἰησοῦ μου ὑπεράγαθε, χειρός ἑξάρπασον, Σῶτερ Ἰησοῦ μέ τοῦ δράκοντος, καί τούτου τῶν παγίδων νῦν, Σῶτερ Ἰησοῦ ἐλευθέρωσον, λάκκου κατωτάτου, Σωτήρ μου, Ἰησοῦ ἀναγαγών, καί δεξιοῖς συναρίθμησον , Ἰησοῦ προβάτοις μέ.

Καί νῦν … Θεοτόκιον
Μή καταπιστεύσεις μέ, ἀνθρωπίνη προστασία, Παναγία Δέσποινα, ἀλλά δέξαι δέησιν τοῦ ἰκέτου σου? θλίψις γάρ ἔχει μέ, φέρειν οὐ δύναμαι, τῶν δαιμόνων τά τοξεύματα? σκέπην οὐ κέκτημαι, οὐδέ πού προσφύγω ὁ ἄθλιος, πάντοθεν πολεμούμενος, καί παραμυθίαν οὐκ ἔχων πλήν σου, Δέσποινα τοῦ κόσμου, ἐλπίς καί προστασία τῶν πιστῶν , μή μοῦ παρίδης τήν δέησιν , τό συμφέρον ποίησον.

Εὐχή εἰς τόν Κύριον ἠμῶν Ἰησοῦ Χριστόν

Δέσποτα Χριστέ, ὁ Θεός, ὁ τοῖς πάθεσί σου τά πάθη μου θεραπεύσας, καί τοῖς τραύμασί σου τά τραύματά μου ἰατρεύσας, χάρισαι μοί τῷ πολλά σοί πταίσαντι δάκρυα κατανύξεως? συγκέρασόν μου τό σῶμα, ἀπό ὀσμῆς τοῦ ζωοποιοῦ σώματός σου, καί γλύκανόν μου τήν ψυχήν, τῷ σῶ τιμίω αἵματι, ἀπό τῆς πικρίας, ἤν μέ ὁ ἀντίδικος ἐπότισεν. Ὕψωσόν μου τόν νοῦν πρός σέ, κάτω ἑλκυσθέντα, καί ἀνάγαγε μέ ἀπό τοῦ χάσματος, τῆς ἀπωλείας? ὅτι οὐκ ἔχω μετάνοιαν, οὐκ ἔχω κατάνυξιν, οὐκ ἔχω δάκρυον παρακλητικόν, τά ἐπαναγοντα μέ τέκνα πρός ἰδίαν κληρονομίαν. Ἐσκότισμαι τόν νοῦν ἐν τοῖς βιωτικοῖς πάθεσι, καί οὐκ ἰσχύω ἀτενίσαι πρός σέ ἐν ὀδύνη, οὐ δύναμαι θερμανθῆναι τοῖς δάκρυσί της πρός σέ ἀγάπης. Ἀλλά, Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, ὁ θησαυρός τῶν ἀγαθῶν, δώρησαι μοί μετάνοιαν ὁλόκληρον, καί καρδίαν ἐπίπονον εἰς ἀναζήτησίν σου? χάρισαι μοί τήν χάριν σου, καί ἀνακαίνισον ἐν ἐμοί τάς μορφᾶς τῆς σῆς εἰκόνος. Κατέλιπον σέ, μή μέ ἐγκαταλίπης? ἔξελθε εἷς ἀναζήτησίν μου, ἐπαναγαγέ μέ πρός τήν νομήν σoύ, συναρίθμησον μέ τοῖς προβάτοις τῆς ἐκλεκτῆς σου ποίμνης, καί διαθρεψόν μέ σύν αὐτοῖς ἐκ τῆς χλόης τῶν θείων σου Μυστηρίων πρεσβείαις τῆς πανάγνου Μητρός σου, καί πάντων τῶν Ἁγίων σου? Ἀμήν. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου